12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα 3:12 ⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR ⸂οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ 3:13 ⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL ⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις 3:14 ⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead ⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη 3:15 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead ⸂τοῦ θεοῦ⸃ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.