1 Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4 Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· 5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, 6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν 4:6 ⸂ ἡμῖν RP f 35 ¦ ὑμῖν TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸂ἡμῖν.⸃ 7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη 4:7 ⸋ ἡ RP f 35 TR WH NA NIV SBL Ead ¦ – TNT2 ⸋ἡ⸌ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ. 8 Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, 4:8 ⸋ καὶ RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL ⸋καὶ⸌ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. 9 Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη 4:9 ⸋ πρῶτον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋πρῶτον⸌ εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ,
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.