28 Οὕτως 5:28 ⸂ ὀφείλουσιν οἱ ἄνδρες RP f 35 TR ¦ ὀφείλουσιν καὶ οἱ ἄνδρες TNT2 WH NA NIV SBL ¦ καὶ οἱ ἄνδρες ὀφείλουσιν Ead ⸂ὀφείλουσιν οἱ ἄνδρες⸃ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ 5:29 ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ χριστὸς TNT2 WH NA NIV SBL Ead ⸂ὁ κύριος⸃ τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, 5:30 ⸋ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.⸌ 31 Ἀντὶ τούτου καταλείψει ἄνθρωπος 5:31 ⸂ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα RP f 35 TR Ead ¦ πατέρα καὶ μητέρα TNT2 ¦ τὸν πατέρα καὶ τὴν μητέρα WH NA NIV SBL ⸂τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,⸃ καὶ προσκολληθήσεται 5:31 ⸂2 πρὸς τὴν γυναῖκα RP f 35 TR WH NA NIV Ead ¦ τῇ γυναικὶ TNT2 SBL ⸂2πρὸς τὴν γυναῖκα⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.