13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16 6:16 ⸂ ἐπὶ RP f 35 TR Ead ¦ ἐν TNT2 WH NA NIV SBL ⸂ἐπὶ⸃ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ 6:16 ⸋ τὰ RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL ⸋τὰ⸌ πεπυρωμένα σβέσαι. 17 Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου 6:17 ⸂ δέξασθαι RP f 35 ¦ δέξασθε TR TNT2 WH NA NIV SBL Ead ⸂δέξασθαι,⸃ καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ· 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ 6:18 ⸋ τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τοῦτο⸌ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.