Publicidade

Efésios 6

1 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. 2 Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3 ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς 6:5 ⸉ κυρίοις κατὰ σάρκα RP f35 TR Ead ¦ κατὰ σάρκα κυρίοις TNT2 WH NA NIV SBL κυρίοις κατὰ σάρκα,μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· 6 μὴ κατὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλὡς δοῦλοι 6:6 ⸋ τοῦ RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ead τοῦχριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, 7 μετεὐνοίας δουλεύοντες 6:7 ⸋ ὡς RP TNT2 WH NA NIV SBL Ead ¦ f35 TR ὡςτῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 8 εἰδότες ὅτι 6:8 ⸂ ὃ ἐάν τι ἕκαστος RP f35 TR Ead ¦ ἕκαστος ἂν TNT2 SBL ¦ ἕκαστος ἐάν τι WH NA NIV ἐάν τι ἕκαστοςποιήσῃ ἀγαθόν, τοῦτο 6:8 2 κομιεῖται RP f35 TR ¦ κομίσεται TNT2 WH NA NIV SBL Ead 2κομιεῖταιπαρὰ 6:8 ⸋ τοῦ RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ead τοῦκυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. 9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι 6:9 ⸂ καὶ ὑμῶν αὐτῶν RP f35 TR ¦ καὶ αὐτῶν καὶ ὑμῶν TNT2 WH NA NIV SBL Ead καὶ ὑμῶν αὐτῶνκύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παραὐτῷ.

10 6:10 ⸂ Τὸ λοιπόν RP f35 TR Ead ¦ Τοῦ λοιποῦ TNT2 WH NA NIV SBL Τὸ λοιπόν,6:10 ⸋ ἀδελφοί μου RP f35 TR Ead ¦ TNT2 WH NA NIV SBL ἀδελφοί μου,ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. 12 Ὅτι οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους 6:12 ⸋ τοῦ αἰῶνος RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ead τοῦ αἰῶνοςτούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16 6:16 ⸂ ἐπὶ RP f35 TR Ead ¦ ἐν TNT2 WH NA NIV SBL ἐπὶπᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ 6:16 ⸋ τὰ RP f35 TR TNT2 WH NA NIV Ead ¦ SBL τὰπεπυρωμένα σβέσαι. 17 Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου 6:17 ⸂ δέξασθαι RP f35 ¦ δέξασθε TR TNT2 WH NA NIV SBL Ead δέξασθαι,καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ἐστιν ῥῆμα θεοῦ· 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ 6:18 ⸋ τοῦτο RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ead τοῦτοἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.

21 Ἵνα δὲ 6:21 ⸉ εἰδῆτε καὶ ὑμεῖς RP f35 TR WH NA NIV SBL Ead ¦ καὶ ὑμεῖς εἰδῆτε TNT2 εἰδῆτε καὶ ὑμεῖςτὰ κατἐμέ, τί πράσσω, πάντα 6:21 2 ὑμῖν γνωρίσει RP f35 TR Ead ¦ γνωρίσει ὑμῖν TNT2 WH NA NIV SBL 2ὑμῖν γνωρίσειΤυχικὸς ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.

23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ.

24 χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. 6:24 ⸋ Ἀμήν. RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ead Ἀμήν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-04_15-35-42-