Publicidade

Filipenses 1

1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Ead Ἰησοῦ χριστοῦ,πᾶσιν τοῖς ἁγίοις ἐν χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.

3 Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ 35 TR Ead ¦ τῆς TNT2 WH NA NIV SBL πρώτης ἡμέρας ἄχρι τοῦ νῦν· 6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας NA NIV SBL ¦ Ἰησοῦ χριστοῦ f35 TR WH Ead χριστοῦ Ἰησοῦ·7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, 35 TNT2 WH NA NIV SBL Ead ¦ ἔν τε τοῖς δεσμοῖς μου καὶ τῇ ἀπολογίᾳ TR ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳκαὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. 8 Μάρτυς γάρ μού 35 TR ¦ TNT2 WH NA NIV SBL Ead ἐστινθεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Ead Ἰησοῦ χριστοῦ.9 Καὶ τοῦτο προσεύχομαι, ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, 10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν χριστοῦ, 11 πεπληρωμένοι 35 TR ¦ καρπὸν τὸν TNT2 WH NA NIV SBL Ead καρπῶν δικαιοσύνης τῶνδιὰ Ἰησοῦ χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον θεοῦ.

12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον 35 TR NA27+28 NIV11 SBL Ead ¦ τοῦ θεοῦ TNT2 WH NA25 NIV73 λαλεῖν. 15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διεὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν· 16 35 TR ¦ οἱ μὲν ἐξ ἀγάπης τοῦ εὐαγγελίου κεῖμαι· οἱ δὲ ἐξ ἐριθ(ε)ίας τοῖς δεσμοῖς μου. TNT2 WH NA NIV SBL Ead οἱ μὲν ἐξ ἐριθείας τὸν χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· 17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.18 Τί γάρ; Πλὴν 35 TR Ead ¦ ὅτι TNT2 WH NA NIV SBL παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. 19 Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ χριστοῦ, 20 κατὰ τὴν WH NA NIV SBL Ead ¦ καραδοκίαν f35 ἀποκαραδοκίανκαὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 Ἐμοὶ γὰρ τὸ ζῇν, χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. 22 Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23 Συνέχομαι 35 TNT2 WH NA NIV SBL Ead ¦ γὰρ TR δὲἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν χριστῷ εἶναι, πολλῷ 35 TR NIV11 ¦ γὰρ TNT2 WH NA NIV73 SBL Ead μᾶλλον κρεῖσσον· 24 τὸ δὲ ἐπιμένειν 35 TR TNT2 NA27+28 NIV73 SBL Ead ¦ WH NA25 NIV11 ἐντῇ σαρκὶ ἀναγκαιότερον διὑμᾶς. 25 Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ 35 TR ¦ παραμενῶ TNT2 WH NA NIV SBL Ead συμπαραμενῶπᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. 27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, 35 TR Ead ¦ ἀκούω TNT2 WH NA NIV SBL ἀκούσωτὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις 35 TR ¦ ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας TNT2 WH NA NIV SBL Ead αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας,καὶ τοῦτο ἀπὸ θεοῦ· 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον 35 TNT2 WH NA NIV SBL Ead ¦ ἴδετε TR εἴδετεἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Filipenses
Ver todos os capítulos de Filipenses
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-29_22-07-56-