1 Τῇ ἐλευθερίᾳ 5:1 ⸂ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε RP f 35 ¦ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε TR ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν TNT2 WH NA NIV SBL Carl ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσε· στήκετε οὖν Ead ⸂οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε,⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ 5:4 ⸋ τοῦ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl ⸋τοῦ⸌ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.