1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν 11:2 ⸂ αὐτῆς RP TR TNT2 WH NA NIV SBL ¦ ἑαυτῆς f 35 ⸂αὐτῆς,⸃ ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς. 5 Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. 7 Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8 Λέγουσιν αὐτῷ οἱ μαθηταί, Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 Ἀπεκρίθη 11:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς, Οὐχὶ δώδεκά 11:9 ⸉ εἰσιν ὧραι RP TR ¦ ὧραι εἰσιν f 35 TNT2 WH NA NIV SBL ⸉εἰσιν ὧραι⸊ τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 Εἶπον οὖν οἱ μαθηταὶ 11:12 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL ⸂αὐτοῦ,⸃ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν. 15 Καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας 11:17 ⸉ ἡμέρας ἤδη RP f 35 TR ¦ ἤδη ἡμέρας TNT2 WH NA NIV SBL ⸉ἡμέρας ἤδη⸊ ἔχοντα ἐν τῷ μνημείῳ. 18 Ἦν δὲ 11:18 ⸋ ἡ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡ⸌ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19 11:19 ⸂ καὶ πολλοὶ RP f 35 TR ¦ πολλοὶ δὲ TNT2 WH NA NIV SBL ⸂καὶ πολλοὶ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς 11:19 ⸂2 τὰς περὶ Μάρθαν RP f 35 TR ¦ τὴν Μάρθαν TNT2 WH NA NIV SBL ⸂2τὰς περὶ Μάρθαν⸃ καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ 11:19 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῶν.⸌ 20 Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι 11:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 Εἶπεν οὖν 11:21 ⸆ – RP f 35 ¦ ἡ TR TNT2 WH NA NIV SBL ⸆ Μάρθα πρὸς 11:21 ⸋ τὸν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τὸν⸌ Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, 11:21 ⸂ ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP f 35 TR ¦ οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου TNT2 WH NA NIV SBL ⸂ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.⸃ 22 11:22 ⸋ Ἀλλὰ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL ⸋Ἀλλὰ⸌ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. 23 Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου. 24 Λέγει αὐτῷ 11:24 ⸆ – RP f 35 TR ¦ ἡ TNT2 WH NA NIV SBL ⸆ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 Εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; 27 Λέγει αὐτῷ, Ναί, κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 28 Καὶ 11:28 ⸂ ταῦτα RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL ⸂ταῦτα⸃ εἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 Ἐκείνη 11:29 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸆ ὡς ἤκουσεν, 11:29 ⸂ ἐγείρεται RP f 35 TR NA25 ¦ ἠγέρθη TNT2 WH NA27+28 NIV SBL ⸂ἐγείρεται⸃ ταχὺ καὶ 11:29 ⸂2 ἔρχεται RP f 35 TR ¦ ἤρχετο TNT2 WH NA NIV SBL ⸂2ἔρχεται⸃ πρὸς αὐτόν. 30 Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν 11:30 ⸆ – RP f 35 TR ¦ ἔτι TNT2 WH NA NIV SBL ⸆ ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, 11:31 ⸂ λέγοντες RP f 35 TR ¦ δόξαντες TNT2 WH NA NIV SBL ⸂λέγοντες⸃ ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32 Ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν 11:32 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν 11:32 ⸂ αὐτοῦ εἰς τοὺς πόδας RP f 35 ¦ εἰς τοὺς πόδας αὐτοῦ TR ¦ αὐτοῦ πρὸς τοὺς πόδας TNT2 WH NA NIV SBL ⸂αὐτοῦ εἰς τοὺς πόδας⸃ λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν 11:32 ⸉ ἀπέθανέν μου RP f 35 ¦ ἀπέθανέ μου TR ¦ μου ἀπέθανέν TNT2 WH NA NIV SBL ⸉ἀπέθανέν μου⸊ ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. 35 Ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. 37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. 39 Λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ 11:39 ⸂ τεθνηκότος RP f 35 TR ¦ τελευτηκότος TNT2 ¦ τετελευτηκότος WH NA NIV SBL ⸂τεθνηκότος⸃ Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. 40 Λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ θεοῦ; 41 Ἦραν οὖν τὸν λίθον, 11:41 ⸋ οὗ ἦν ὁ τεθνηκὼς κείμενος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὗ ἦν ὁ τεθνηκὼς κείμενος.⸌ Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. 44 11:44 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει 11:44 ⸉ αὐτοῖς ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ Ἰησοῦς αὐτοῖς WH ⸉αὐτοῖς ὁ Ἰησοῦς,⸊ Λύσατε αὐτόν, καὶ ἄφετε 11:44 ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL ⸆ ὑπάγειν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.