37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη 18:37 ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL ⸆ Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. 18:37 ⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἐγὼ⸌ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 Λέγει αὐτῷ ὁ Πιλάτος, Τί ἐστιν ἀλήθεια;
Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν 18:38 ⸉ αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP f 35 TR ¦ εὑρίσκω ἐν αὐτῷ αἰτίαν TNT2 WH NA NIV SBL ⸉αἰτίαν εὑρίσκω ἐν αὐτῷ.⸊