53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 Ἡ γὰρ σάρξ μου 6:55 ⸂ ἀληθῶς … ἀληθῶς RP f 35 TR ¦ ἀληθής … ἀληθής TNT2 WH NA NIV SBL ⸂ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς⸃ ἐστιν πόσις. 56 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. 57 Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος 6:57 ⸂ ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL ⸂ζήσεται⸃ δι᾽ ἐμέ. 58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ 6:58 ⸂ ἐκ RP f 35 TR ¦ ἐξ TNT2 WH NA NIV SBL ⸂ἐκ⸃ 6:58 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες 6:58 ⸋2 ὑμῶν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL ⸋2ὑμῶν⸌ 6:58 ⸋3 τὸ μάννα RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL ⸋3τὸ μάννα,⸌ καὶ ἀπέθανον· ὁ τρώγων 6:58 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ μου f 35 ⸆ τοῦτον τὸν ἄρτον, 6:58 ⸂2 ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL ⸂2ζήσεται⸃ εἰς τὸν αἰῶνα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.