46 Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου. 48 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί. 49 Ὅτι ἐποίησέν μοι 1:49 ⸂ μεγαλεῖα RP f 35 TR ¦ μεγάλα TNT2 WH NA NIV SBL ⸂μεγαλεῖα⸃ ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς 1:50 ⸂ γενεῶν RP f 35 TR ¦ καὶ γενεὰς TNT2 WH NA NIV SBL ⸂γενεῶν⸃ τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 52 Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. 53 Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ 1:55 ⸂ εἰς τὸν αἰῶνα RP TR TNT2 WH NA NIV SBL ¦ ἕως αἰῶνος f 35 ⸂εἰς τὸν αἰῶνα.⸃
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.