Pular para o conteúdo
Publicidade

Lucas 1

67 Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου, καὶ προεφήτευσεν, λέγων, 68 Εὐλογητὸς κύριος θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν 1:69 ⸋ τῷ RP f35 TR ¦ TNT2 WH NA NIV SBL τῷοἴκῳ Δαυὶδ 1:69 2 τοῦ RP f35 TR ¦ TNT2 WH NA NIV SBL 2τοῦπαιδὸς αὐτοῦ70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων 1:70 ⸋ τῶν RP f35 TR ¦ TNT2 WH NA NIV SBL τῶνἀπαἰῶνος προφητῶν αὐτοῦ71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν, 74 ἀφόβως, ἐκ χειρὸς 1:74 ⸂ τῶν ἐχθρῶν ἡμῶν RP f35 TR ¦ ἐχθρῶν TNT2 WH NA NIV SBL τῶν ἐχθρῶν ἡμῶνῥυσθέντας, λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ 1:75 ⸂ πάσας τὰς ἡμέρας RP f35 TR ¦ πάσαις ταῖς ἡμέραις TNT2 WH NA NIV SBL πάσας τὰς ἡμέρας1:75 ⸋ τῆς ζωῆς RP f35 TR ¦ TNT2 WH NA NIV SBL τῆς ζωῆςἡμῶν. 76 Καὶ σύ, 1:76 ⸆ – RP f35 TR ¦ δέ TNT2 WH NA NIV SBL παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ 1:76 ⸂ πρὸ προσώπου RP f35 TR TNT2 ¦ ἐνώπιον WH NA NIV SBL πρὸ προσώπουκυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ· 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς 1:78 ⸂ ἐπεσκέψατο RP f35 TR ¦ ἐπισκέψατο TNT2 ¦ ἐπισκέψεται WH NA NIV SBL ἐπεσκέψατοἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também