22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ κυρίῳ— 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται— 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν 2:24 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL ⸆ νόμῳ κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. 25 Καὶ 2:25 ⸉ ἦν ἄνθρωπος RP f 35 TR ¦ ἄνθρωπος ἦν TNT2 WH NA NIV SBL ⸉ἰδού, ἦν ἄνθρωπος⸊ ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα 2:25 ⸉2 πνεῦμα ἦν ἅγιον RP f 35 TNT2 WH NA NIV SBL ¦ πνεῦμα ἅγιον ἦν TR ⸉2ἦν ἅγιον⸊ ἐπ᾽ αὐτόν. 26 Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν 2:26 ⸋ ἢ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋ἢ⸌ 2:26 ⸆ – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL ⸆ ἴδῃ τὸν χριστὸν κυρίου. 27 Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας 2:28 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ,⸌ καὶ εὐλόγησεν τὸν θεόν, καὶ εἶπεν, 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 Καὶ ἦν 2:33 ⸂ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ RP f 35 TR ¦ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ TNT2 WH NA NIV SBL ⸂Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ⸃ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· 35 καὶ σοῦ 2:35 ⸋ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋δὲ⸌ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα 2:36 ⸉ ἔτη μετὰ ἀνδρὸς RP f 35 TR ¦ μετὰ ἀνδρὸς ἔτη TNT2 WH NA NIV SBL ⸉ἔτη μετὰ ἀνδρὸς⸊ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὕτη χήρα 2:37 ⸂ ὡς RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL ⸂ὡς⸃ ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο 2:37 ⸋ ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπὸ⸌ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 Καὶ 2:38 ⸋ αὕτη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὕτη⸌ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο 2:38 ⸂ τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL ⸂τῷ κυρίῳ,⸃ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν 2:38 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2ἐν⸌ Ἱερουσαλήμ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.