13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν 24:13 ⸉ ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ RP f 35 TR TNT2 ¦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA NIV SBL ⸉ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ⸊ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς 24:15 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους 24:17 ⸂ περιπατοῦντες, καί ἐστε σκυθρωποί; RP f 35 TR ¦ περιπατοῦντες; Καί ἐστάθησαν σκυθρωποί. TNT2 WH NA NIV SBL ⸂περιπατοῦντες, καί ἐστε σκυθρωποί;⸃ 18 Ἀποκριθεὶς δὲ 24:18 ⸂ ὁ εἷς RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV11 SBL ¦ εἷς ἐξ αὐτῶν NIV73 ⸂ὁ εἷς,⸃ 24:18 ⸂2 ᾧ ὄνομα RP f 35 TR ¦ ὀνόματι TNT2 WH NA NIV SBL ⸂2ᾧ ὄνομα⸃ Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς 24:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR ⸆ Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, 24:19 ⸂ ὃς RP TR TNT2 WH NA NIV SBL ¦ ὡς f 35 ⸂ὃς⸃ ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε 24:21 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει 24:21 ⸋ σήμερον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋σήμερον⸌ ἀφ᾽ οὗ ταῦτα ἐγένετο. 22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς 24:24 ⸋ καὶ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH ⸋καὶ⸌ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, 24:27 ⸂ διηρμήνευεν RP f 35 TR ¦ διερμήνευσεν TNT2 WH NA27+28 NIV SBL ¦ διηρμήνευσεν NA25 ⸂διηρμήνευεν⸃ αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ 24:27 ⸂2 ἑαυτοῦ RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2 ⸂2ἑαυτοῦ.⸃ 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς 24:28 ⸂ προσεποιεῖτο RP f 35 TR ¦ προσεποιήσατο TNT2 WH NA NIV SBL ⸂προσεποιεῖτο⸃ 24:28 ⸂2 πορρωτέρω RP f 35 TR ¦ πορρώτερον TNT2 WH NA NIV SBL ⸂2πορρωτέρω⸃ πορεύεσθαι. 29 Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν 24:29 ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL ⸆ ἡ ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32 Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν 24:32 ⸋ ἐν ἡμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ἐν ἡμῖν,⸌ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, 24:32 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2καὶ⸌ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον 24:33 ⸂ συνηθροισμένους RP f 35 TR ¦ ἠθροισμένους TNT2 WH NA NIV SBL ⸂συνηθροισμένους⸃ τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι 24:34 ⸉ Ἠγέρθη ὁ κύριος ὄντως RP f 35 TR ¦ Ὄντως ἠγέρθη ὁ κύριος TNT2 WH NA NIV SBL ⸉Ἠγέρθη ὁ κύριος ὄντως,⸊ καὶ ὤφθη Σίμωνι. 35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.