36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν 13:36 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ Ἰησοῦς·⸌ καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, 13:36 ⸂ Φράσον RP f 35 TR ¦ Διασάφησον TNT2 WH NA NIV SBL ⸂Φράσον⸃ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν 13:37 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς,⸌ Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια 13:39 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ 13:40 ⸂ καίεται RP f 35 TNT2 SBL ¦ κατακαίεται TR WH NA NIV ⸂καίεται,⸃ οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος 13:40 ⸋ τούτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τούτου.⸌ 41 Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα 13:43 ⸋ ἀκούειν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἀκούειν⸌ ἀκουέτω.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.