15 Ἐὰν δὲ ἁμαρτήσῃ 18:15 ⸋ εἰς σὲ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 ⸋εἰς σὲ⸌ ὁ ἀδελφός σου, ὕπαγε 18:15 ⸋2 καὶ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL ⸋2καὶ⸌ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.