36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν 26:36 ⸉ προσεύξωμαι ἐκεῖ RP f 35 TR ¦ ἐκεῖ προσεύξωμαι TNT2 WH NA NIV SBL ⸉προσεύξωμαι ἐκεῖ.⸊ 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς 26:38 ⸋ ὁ Ἰησοῦς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ὁ Ἰησοῦς,⸌ Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. 39 Καὶ 26:39 ⸂ προσελθὼν RP TNT2 ¦ προελθὼν f 35 TR WH NA NIV SBL ⸂προσελθὼν⸃ μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητάς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο 26:42 ⸋ τὸ ποτήριον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸ ποτήριον⸌ παρελθεῖν 26:42 ⸋2 ἀπ᾽ ἐμοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2ἀπ᾽ ἐμοῦ,⸌ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 Καὶ ἐλθὼν 26:43 ⸂ εὑρίσκει αὐτοὺς πάλιν RP TR ¦ εὗρεν αὐτοὺς πάλιν f 35 ¦ πάλιν εὗρεν αὐτοὺς TNT2 WH NA NIV SBL ⸂εὑρίσκει αὐτοὺς πάλιν⸃ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς 26:44 ⸉ ἀπελθὼν πάλιν RP f 35 TR ¦ πάλιν ἀπελθὼν TNT2 WH NA NIV SBL ⸉ἀπελθὼν πάλιν⸊ προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. 26:44 ⸆ – RP f 35 TR TNT2 ¦ πάλιν WH NA NIV SBL ⸆ 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς 26:45 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ,⸌ καὶ λέγει αὐτοῖς, Καθεύδετε 26:45 ⸋2 τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋2τὸ⸌ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, 26:46 ⸋ ἤγγικεν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋ἤγγικεν⸌ ὁ παραδιδούς με.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.