1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, 7:2 ⸂ μετρηθήσεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται TR ⸂μετρηθήσεται⸃ ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος 7:4 ⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL ⸂ἀπὸ⸃ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 Ὑποκριτά, ἔκβαλε πρῶτον 7:5 ⸉ τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP f 35 TR ¦ ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν TNT2 WH NA NIV SBL ⸉τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,⸊ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.