14 Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτόν, ἀλείψαντες 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋αὐτὸν⸌ ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 Ἐξομολογεῖσθε 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸆ ἀλλήλοις 35 TR ¦ τὰς ἁμαρτίας TNT2 WH NA NIV SBL ⸂τὰ παραπτώματα,⸃ καὶ εὔχεσθε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προσεύχεσθε WH NA25 ⸂2εὔχεσθε⸃ ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.