1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· 2 καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4 Ὁ 2:4 λεγων ¦ λεγων οτι ECM† NA SBL TH WHλέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5 ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· 6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς 2:6 ουτω ¦ --- ECM† SBL WHοὕτω περιπατεῖν.
7 2:7 αδελφοι 82.8% ¦ αγαπητοι CT 15% Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε 2:7 απ αρχης 87% ¦ --- CT 8.2%ἀπ᾽ ἀρχῆς. 8 Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9 Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11 Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ· καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12 Γράφω ὑμῖν, τεκνία,
ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13 Γράφω ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Γράφω ὑμῖν, νεανίσκοι,
ὅτι νενικήκατε τὸν πονηρόν.
2:13 γραφω 80.3% ¦ εγραψα ANT CT 18.5% Γράφω ὑμῖν, παιδία,
ὅτι ἐγνώκατε τὸν πατέρα.
14 Ἔγραψα ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Ἔγραψα ὑμῖν, νεανίσκοι,
ὅτι ἰσχυροί ἐστε
καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
καὶ νενικήκατε τὸν πονηρόν.
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ—ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ 2:16 αλαζονεια ¦ αλαζονια TH WHἀλαζονεία τοῦ βίου—οὐκ ἔστιν ἐκ τοῦ πατρός, 2:16 αλλ ¦ αλλα SBL TH WHἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. 17 Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία 2:17 αυτου ¦ --- ECM†αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
18 Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι 2:18 ο ¦ --- CTὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 Ἐξ ἡμῶν 2:19 εξηλθον ¦ εξηλθαν CTἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ 2:19 ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ECM NA SBL WH 5.3%ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν—ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. 20 Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου 2:20 και ¦ --- WHκαὶ οἴδατε 2:20 παντα 96.4% ¦ παντες ECM NA SBL WH 2.4%πάντα. 21 Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. 22 Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα 2:23 εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει CT SCR 21%ἔχει. 24 Ὑμεῖς 2:24 ουν ¦ --- CTοὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ 2:24 υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω PCKυἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 Καὶ ὑμεῖς, τὸ χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ 2:27 εν υμιν μενει ¦ μενει εν υμιν CTἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις 2:27 διδασκη 𝔐15 ¦ διδασκει 𝔐6διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ 2:27 αυτο ¦ αυτου CTαὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, 2:27 μενειτε ¦ μενετε CTμενεῖτε ἐν αὐτῷ.
28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα 2:28 οταν 92.5% ¦ εαν CT 6.2%ὅταν φανερωθῇ 2:28 εχωμεν 79.3% ¦ εχομεν MSS 11% ¦ σχωμεν CT 9.1%ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 Ἐὰν 2:29 ειδητε 𝔐10 ¦ ιδητε 𝔐11 ECM†εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι 2:29 πας ¦ και πας ECM NA THπᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ 2:29 γεγεννηται 𝔐15 ¦ γεγενηται 𝔐6γεγέννηται.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.