12 εὐχαριστοῦντες τῷ 1:12 πατρι 𝔐pt ¦ θεω και πατρι 𝔐pt ANTπατρὶ τῷ ἱκανώσαντι 1:12 ημας ¦ υμας CTἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς 1:13 ερρυσατο ¦ ερυσατο WHἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν 1:14 απολυτρωσιν 𝔐pt ¦ απολυτρωσιν δια του αιματος αυτου 𝔐pt PCK TRἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, 1:16 τα ¦ --- CTτὰ ἐν τοῖς οὐρανοῖς καὶ 1:16 τα ¦ --- CTτὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.