1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν 4:1 ουρανοις ¦ ουρανω CTοὐρανοῖς.
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· 3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι· 4 ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7 Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ· 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα 4:8 γνω τα περι υμων 85% ¦ γνωτε τα περι ημων NA SBL WH 9%γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν 4:9 γνωριουσι ¦ γνωρισουσι CTγνωριοῦσι τὰ ὧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς—ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος 4:12 χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα 4:12 στητε ¦ σταθητε CTστῆτε τέλειοι καὶ 4:12 πεπληρωμενοι ¦ πεπληροφορημενοι CTπεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. 13 Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει 4:13 ζηλον πολυν ¦ πολυν πονον CTζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν 4:13 λαοδικεια ¦ λαοδικια TH WHΛαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς. 15 Ἀσπάσασθε τοὺς ἐν 4:15 λαοδικεια ¦ λαοδικια TH WHΛαοδικείᾳ ἀδελφούς, καὶ 4:15 νυμφᾶν … αὐτοῦ ¦ νύμφαν … αὐτῆς NA SBL WH ¦ νύμφαν … αὐτῶν THΝυμφᾶν, καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ ἐκκλησίαν. 16 Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ 4:16 λαοδικεων 𝔐27 ¦ λαοδικαιων 𝔐3 RPΛαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ 4:16 λαοδικειας ¦ λαοδικιας TH WHΛαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾽ ὑμῶν.
4:18 αμην ¦ --- CT Ἀμήν.4:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κολασσαῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.