25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ 4:26 τω ¦ --- SBL TH WHτῷ παροργισμῷ ὑμῶν· 27 4:27 μηδε ¦ μητε TRμηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος 4:28 το αγαθον ταις χερσιν 70.1% ¦ το αγαθον ταις ιδιαις χερσιν MSS 16.3% ¦ ταις ιδιαις χερσι το αγαθον NA SBL TH 7% ¦ ταις χερσι το αγαθον WH 1.6%τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, 4:29 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. 30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· 32 4:32 γινεσθε δε ¦ γινεσθε SBL ¦ γεινεσθε δε THγίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο 4:32 ημιν ¦ υμιν NA PCK SBL TR WHἡμῖν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.