1 Τῇ ἐλευθερίᾳ 5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ 5:4 του ¦ --- CTτοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος 5:4 εξεπεσετε 𝔐16 ¦ εξεπεσατε 𝔐15 ANT CT RP TRἐξεπέσετε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς 5:7 ενεκοψε ¦ ανεκοψε TRἐνέκοψε 5:7 τη ¦ --- WHτῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις 5:10 αν ¦ εαν CTἂν ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ 5:14 πληρουται ¦ πεπληρωται CTπληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 5:14 εαυτον 𝔐16 ¦ σεαυτον 𝔐15 ANT CT HF PCKἑαυτόν. 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ 5:15 υπο ¦ υπ ANT CTὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα 5:17 δε ¦ γαρ CTδὲ 5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται CTἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ 5:17 αν ¦ εαν CTἂν θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι 5:19 μοιχεια ¦ --- CTμοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 5:20 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WHεἰδωλολατρεία, 5:20 φαρμακεια ¦ φαρμακια WHφαρμακεία, ἔχθραι, 5:20 ερεις 𝔐pt ¦ ερις 𝔐pt CT PCKἔρεις, 5:20 ζηλοι ¦ ζηλος CTζῆλοι, θυμοί, 5:20 εριθειαι ¦ εριθιαι WHἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, 5:21 φονοι ¦ --- NA SBL WHφόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς 5:21 και ¦ --- CTκαὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. 22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 5:23 πραοτης ¦ πραυτης CTπρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 Οἱ δὲ τοῦ 5:24 χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ 5:26 γινωμεθα ¦ γεινωμεθα THγινώμεθα κενόδοξοι, ἀλλήλους 5:26 προκαλουμενοι 𝔐pt ¦ προσκαλουμενοι 𝔐ptπροκαλούμενοι, 5:26 αλληλοις 𝔐pt ¦ αλληλους 𝔐ptἀλλήλοις φθονοῦντες.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.