Jesus Washes the Disciples' Feet
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι 13:1 εληλυθεν ¦ ηλθεν CTἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2 Καὶ δείπνου 13:2 γενομενου ¦ γινομενου CTγενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν 13:2 ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτου NA SBL ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτης TH WHἸούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, 3 εἰδὼς 13:3 ο ιησους ¦ --- CTὁ Ἰησοῦς ὅτι πάντα 13:3 δεδωκεν ¦ εδωκεν NA SBL WHδέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.