Jesus Cleanses the Temple Courts
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε 2:15 το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%τὸ κέρμα, καὶ τὰς τραπέζας 2:15 ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%ἀνέστρεψε· 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 Ἐμνήσθησαν 2:17 δε ¦ --- CTδὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου 2:17 καταφαγεται ¦ κατεφαγε TRκαταφάγεταί με.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.