Fear God Alone
26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 Καὶ μὴ 10:28 φοβεισθε ¦ φοβηθητε ANT TR WHφοβεῖσθε ἀπὸ τῶν 10:28 αποκτενοντων ¦ αποκτεινοντων TR WH ¦ αποκτεννοντων ANT NA SBL THἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· 10:28 φοβηθητε ¦ φοβεισθε CTφοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ 10:28 την ψυχην και το 𝔐12 ¦ ψυχην και 𝔐13 ANT CT PCK TRτὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν· 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. 31 Μὴ οὖν 10:31 φοβηθητε ¦ φοβεισθε CTφοβηθῆτε· 10:31 πολλων ¦ πολλω PCKπολλῶν στρουθίων διαφέρετε ὑμεῖς.