Jesus Sends Out the Twelve Apostles
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν 10:5 σαμαρειτων ¦ σαμαριτων NA SBLΣαμαρειτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 Ἀσθενοῦντας θεραπεύετε, 10:8 λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ANT TR ¦ νεκρους εγειρετε λεπρους καθαριζετε CTλεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9 Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ 10:10 ραβδους ¦ ραβδον ANT CT STῥάβδους· ἄξιος γὰρ 10:10 ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ANT ¦ ο εργατης της τροφης αυτου CTὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.