The Parable of the Sower Explained
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ 13:18 σπειροντος ¦ σπειραντος ANT CTσπείροντος. 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ 13:19 αρπαζει ¦ αιρει ANTἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ 13:20 ευθυς ¦ ευθεως ANTεὐθὺς μετὰ χαρᾶς 13:20 λαμβανων ¦ δεχομενος και λαμβανων ANTλαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος 13:22 τουτου ¦ --- NA TH WHτούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου 13:22 συμπνιγει ¦ συνπνιγει TH WHσυμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 Ὁ δὲ ἐπὶ τὴν 13:23 γην την καλην ¦ καλην γην CTγῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ 13:23 συνιων ¦ συνιεις CTσυνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ 13:23 ὁ … ὁ … ὁ ¦ ὃ … ὃ … ὃ NA SBL WHὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.