Pular para o conteúdo
Publicidade

Mateus 14

15 Ὀψίας δὲ γενομένης, 14:15 προσηλθον ¦ προσηλθαν WHπροσῆλθον αὐτῷ οἱ μαθηταὶ 14:15 αυτου ¦ --- CTαὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν τόπος, καὶ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 δὲ εἶπε, Φέρετέ μοι 14:18 αυτους ωδε 98.1% ¦ ωδε αυτους CT 0.2%αὐτοὺς ὧδε. 19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ 14:19 τους χορτους ¦ του χορτου CTτοὺς χόρτους, 14:19 λαβων ¦ και λαβων TRλαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também