Paying the Temple Tax
24 Ἐλθόντων δὲ αὐτῶν εἰς 17:24 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ 17:24 ειπον ¦ ειπαν CTεἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 Λέγει, Ναί. Καὶ 17:25 οτε εισηλθεν ¦ οτε εισηλθον PCK ¦ ελθοντα CTὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 17:26 λεγει αυτω ο πετρος ¦ ειποντος δε CTΛέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς 17:27 την ¦ --- CTτὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν 17:27 αναβαινοντα 𝔐16 ¦ αναβαντα 𝔐9 ANT CT PCK TRἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.