The Authority of Jesus Questioned
23 Καὶ 21:23 ελθοντι αυτω ¦ ελθοντος αυτου CTἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, 21:23 προσηλθον ¦ προσηλθαν WHπροσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; 24 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 Τὸ βάπτισμα 21:25 ιωαννου ¦ το ιωαννου NA SBL TH ¦ το ιωανου WHἸωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο 21:25 παρ ¦ εν NA SBL WHπαρ᾽ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ 21:26 εχουσι τον ιωαννην ως προφητην ¦ ως προφητην εχουσι τον ιωαννην NA SBL TH ¦ ως προφητην εχουσι τον ιωανην WHἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ 21:27 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.