The Soldiers Mock Jesus
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτόν, 27:28 περιεθηκαν αυτω χλαμυδα κοκκινην ¦ χλαμυδα κοκκινην περιεθηκαν αυτω CTπεριέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. 29 Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ 27:29 την κεφαλην ¦ της κεφαλης CTτὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον 27:29 επι την δεξιαν ¦ εν τη δεξια CTἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ 27:29 ενεπαιζον ¦ ενεπαιξαν CTἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε, 27:29 ο βασιλευς ¦ βασιλευ CTὁ βασιλεὺς τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.