Publicidade

Mateus 5

The Beatitudes

1 Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, 5:1 προσηλθον ¦ προσηλθαν CTπροσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· 2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,

3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·

ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν.

4 Μακάριοι οἱ πενθοῦντες·

ὅτι αὐτοὶ παρακληθήσονται.

5 Μακάριοι οἱ πρᾳεῖς·

ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·

ὅτι αὐτοὶ χορτασθήσονται.

7 Μακάριοι οἱ ἐλεήμονες·

ὅτι αὐτοὶ ἐλεηθήσονται.

8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ·

ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

9 Μακάριοι οἱ εἰρηνοποιοί·

ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·

ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν.

11 Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν 5:11 ρημα 96.5% ¦ --- CT 0.1%ῥῆμα καθὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

Salt and Light

13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ 5:13 βληθηναι εξω και ¦ βληθεν εξω CTβληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Christ Fulfills the Law and the Prophets

17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ γῆ, ἰῶτα ἓν μία 5:18 κεραια ¦ κερεα WHκεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ 5:20 υμων η δικαιοσυνη 𝔐37 ¦ η δικαιοσυνη υμων 𝔐7 ANT HF PCK RP TRὑμῶν δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Anger

21 Ἠκούσατε ὅτι 5:21 ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ 5:22 εικη 95.4% ¦ --- CT 1.9%εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, 5:23 και εκει ¦ κακει ANT CT TRκαὶ ἐκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ 5:25 εν τη οδω μετ αυτου ¦ μετ αυτου εν τη οδω CTἐν τῇ ὁδῷ μεταὐτοῦ, μήποτέ σε παραδῷ ἀντίδικος τῷ κριτῇ, καὶ κριτής 5:25 σε παραδω ¦ --- CTσε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως 5:26 αν ¦ ου ANTἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.

Adultery

27 Ἠκούσατε ὅτι 5:27 ερρεθη ¦ ερρεθη τοις αρχαιοις ANT TR ¦ ερρηθη THἐρρέθη, Οὐ μοιχεύσεις· 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι 5:28 αυτην ¦ αυτης TRαὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὀφθαλμός σου δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30 Καὶ εἰ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου 5:30 βληθη εις γεενναν ¦ εις γεενναν απελθη CTβληθῇ εἰς γέενναν.

Divorce

31 5:31 ερρεθη ¦ ερρηθη TH Ἐρρέθη 5:31 δε ¦ --- PCKδὲ 5:31 οτι ¦ --- ANT CTὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον· 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι 5:32 ος αν απολυση ¦ πας ο απολυων CTὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν 5:32 μοιχασθαι ¦ μοιχευθηναι CTμοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.

Oaths

33 Πάλιν ἠκούσατε ὅτι 5:33 ερρεθη ¦ ερρηθη THἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου· 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν 5:36 η μελαιναν ποιησαι ¦ ποιησαι η μελαιναν CTμέλαιναν ποιῆσαι. 37 Ἔστω δὲ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.

Retaliation

38 Ἠκούσατε ὅτι 5:38 ερρεθη ¦ ερρηθη THἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλὅστις σε 5:39 ραπισει επι ¦ ραπιζει εις CTῥαπίσει ἐπὶ τὴν δεξιάν 5:39 σου σιαγονα 𝔐29 ¦ σιαγονα 𝔐16 ANT PCK RP SBL TH ¦ σιαγονα σου NA WHσου σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μεταὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε 5:42 διδου ¦ δος CTδίδου· καὶ τὸν θέλοντα ἀπὸ σοῦ 5:42 δανεισασθαι ¦ δανισασθαι CTδανείσασθαι μὴ ἀποστραφῇς.

Love for Enemies

43 Ἠκούσατε ὅτι 5:43 ερρεθη ¦ ερρηθη THἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· 44 ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, 5:44 ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας 90% ¦ ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας TR 1.2% ¦ --- CT 0.8%εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν 5:44 επηρεαζοντων υμας και 87.6% ¦ --- CT 0.8%ἐπηρεαζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν 5:45 τοις 𝔐17 ¦ --- 𝔐8 ANT CT TRτοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς 5:47 φιλους ¦ αδελφους CT TRφίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ 5:47 τελωναι ουτω 76.6% ¦ τελωναι το αυτο MSS 13.2% ¦ εθνικοι το αυτο CT 3.7%τελῶναι οὕτω ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, 5:48 ωσπερ ¦ ως CTὥσπερ πατὴρ ὑμῶν 5:48 εν τοις ουρανοις ¦ ουρανιος CTἐν τοῖς οὐρανοῖς τέλειός ἐστι.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_12-11-46-