Anxiety
25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε 6:25 και τι πιητε ¦ η τι πιητε NA TH WH ¦ --- SBLκαὶ τί πίητε· μηδὲ τῷ σώματι ὑμῶν, τί 6:25 ενδυσησθε ¦ ενδυσεσθε PCKἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ 6:25 πλειον ¦ πλειων PCKπλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς 6:28 αυξανει ου κοπια ουδε νηθει ¦ αυξανουσιν ου κοπιωσιν ουδε νηθουσι NA SBL WH ¦ αυξανουσιν ου κοπιουσιν ουδε νηθουσι THαὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 Μὴ οὖν μεριμνήσητε, λέγοντες, Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; 32 Πάντα γὰρ ταῦτα τὰ ἔθνη 6:32 επιζητει ¦ επιζητουσιν CTἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν 6:33 του θεου 97% ¦ --- SBL WH 0.1%τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει 6:34 τὰ ἑαυτῆς ¦ ἑαυτῆς NA TH ¦ αὑτῆς SBL WHτὰ ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.