Publicidade

Mateus 7

Judging Others

1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν μέτρῳ μετρεῖτε, 7:2 μετρηθησεται ¦ αντιμετρηθησεται TRμετρηθήσεται ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος 7:4 απο ¦ εκ CTἀπὸ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 Ὑποκριτά, ἔκβαλε πρῶτον 7:5 την δοκον εκ του οφθαλμου σου ¦ εκ του οφθαλμου σου την δοκον CTτὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε 7:6 καταπατησωσιν ¦ καταπατησουσιν CTκαταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Ask, Seek, Knock

7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8 Πᾶς γὰρ αἰτῶν λαμβάνει, καὶ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9 τίς 7:9 εστιν ¦ --- WHἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν 7:9 εαν αιτηση ¦ αιτησει CTἐὰν αἰτήσῃ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 7:10 και εαν ιχθυν αιτηση ¦ η και ιχθυν αιτησει CT Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

12 Πάντα οὖν ὅσα 7:12 αν ¦ εαν NA SBL WHἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν νόμος καὶ οἱ προφῆται.

The Narrow Gate

13 7:13 εισελθετε ¦ εισελθατε CT Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα 7:13 η πυλη ¦ --- WHπύλη, καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διαὐτῆς· 14 7:14 τι ¦ οτι SBL TR WHτί στενὴ πύλη, καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

Beware of False Prophets

15 Προσέχετε 7:15 δε ¦ --- CTδὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν 7:16 σταφυλην ¦ σταφυλας CTσταφυλήν, ἀπὸ τριβόλων σῦκα; 17 Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς 7:18 ποιειν ¦ ενεγκειν WHποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 7:19 παν ¦ παν ουν PCKΠᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

I Never Knew You

21 Οὐ πᾶς λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν 7:21 ουρανοις ¦ τοις ουρανοις CTοὐρανοῖς. 22 Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι 7:22 προεφητευσαμεν ¦ επροφητευσαμεν CTπροεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

The Two Foundations

24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, 7:24 ομοιωσω αυτον ¦ ομοιωθησεται CTὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε 7:24 την οικιαν αυτου ¦ αυτου την οικιαν CTτὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη βροχὴ καὶ 7:25 ηλθον ¦ ηλθαν WHἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ 7:25 προσεπεσον ¦ προσεπεσαν CTπροσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε 7:26 την οικιαν αυτου ¦ αυτου την οικιαν CTτὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη βροχὴ καὶ 7:27 ηλθον ¦ ηλθαν WHἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε· καὶ ἦν πτῶσις αὐτῆς μεγάλη.

28 Καὶ ἐγένετο ὅτε 7:28 συνετελεσεν ¦ ετελεσεν CTσυνετέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ 7:29 γραμματεις ¦ γραμματεις αυτων CTγραμματεῖς.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-