Jesus Heals Two Demon-Possessed Men
28 Καὶ 8:28 ελθοντι αυτω ¦ ελθοντος αυτου CTἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν 8:28 γεργεσηνων ¦ γαδαρηνων CTΓεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29 καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, 8:29 ιησου ¦ --- CTἸησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, 8:31 επιτρεψον ημιν απελθειν ¦ αποστειλον ημας CTἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες 8:32 απηλθον ¦ απηλθαν WHἀπῆλθον εἰς 8:32 την αγελην των χοιρων ¦ τους χοιρους CTτὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη 8:32 των χοιρων ¦ --- CTτῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς 8:34 συναντησιν ¦ υπαντησιν CTσυνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.