1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ 11:1 ισραηλιτης ¦ ισραηλειτης TH WHἸσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς 11:1 βενιαμιν ¦ βενιαμειν TH WHΒενιαμίν. 2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν 11:2 ηλια ¦ ηλεια WHἨλίᾳ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ, 11:2 λεγων ¦ --- CTλέγων, 3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, 11:3 και ¦ --- CTκαὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. 5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ 11:5 λειμμα ¦ λιμμα WHλεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. 6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι 11:6 γινεται ¦ γεινεται THγίνεται χάρις. 11:6 ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ --- CT 3.5%Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, 11:7 τουτο ¦ τουτου PCK TRτοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· 8 11:8 καθως ¦ καθαπερ WHκαθὼς γέγραπται,
Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως,
ὀφθαλμοὺς τοῦ μὴ βλέπειν,
καὶ ὦτα τοῦ μὴ ἀκούειν,
ἕως τῆς σήμερον ἡμέρας.
9 Καὶ 11:9 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει,
Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν,
καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,
καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς 11:10 συγκαμψον ¦ συνκαμψον TH WHσύγκαμψον.
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 Ὑμῖν 11:13 γαρ ¦ δε CTγὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον 11:13 μεν ¦ μεν ουν CTμέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ 11:15 προσληψις ¦ προσλημψις CTπρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ 11:17 συγκοινωνος ¦ συνκοινωνος TH WHσυγκοινωνὸς τῆς ῥίζης 11:17 και ¦ --- CTκαὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, 11:18 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἡ ῥίζα σέ. 19 Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν 11:19 κλαδοι ¦ οι κλαδοι ANT TRκλάδοι, ἵνα ἐγὼ 11:19 εγκεντρισθω ¦ ενκεντρισθω TH WHἐγκεντρισθῶ. 20 Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ 11:20 υψηλοφρονει ¦ υψηλα φρονει CTὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, 11:21 μηπως ¦ --- SBL TH WHμήπως οὐδὲ σοῦ 11:21 φεισεται ¦ φεισηται TRφείσεται. 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, 11:22 αποτομιαν ¦ αποτομια CTἀποτομίαν· ἐπὶ δὲ σέ, 11:22 χρηστοτητα ¦ χρηστοτης θεου CTχρηστότητα, ἐὰν 11:22 επιμεινης ¦ επιμενης CTἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 11:23 και εκεινοι ¦ κακεινοι CTΚαὶ ἐκεῖνοι δέ, ἐὰν μὴ 11:23 επιμεινωσι ¦ επιμενωσι CTἐπιμείνωσι τῇ ἀπιστίᾳ, 11:23 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται· δυνατὸς γὰρ 11:23 ο θεος εστι 𝔐18 ¦ εστιν ο θεος 𝔐12 CT HF TRὁ Θεός ἐστι πάλιν 11:23 εγκεντρισαι ¦ ενκεντρισαι TH WHἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, 11:24 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε 11:25 παρ ¦ εν WH ¦ --- SBLπαρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται,
Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος,
11:26 και ¦ --- CT καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη,
ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 Ὥσπερ γὰρ 11:30 και ¦ --- CTκαὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων 11:30 απειθεια ¦ απειθια WHἀπειθείᾳ· 31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ 11:31 ελεηθωσι ¦ νυν ελεηθωσι NA SBL WHἐλεηθῶσι· 32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς 11:32 απειθειαν ¦ απειθιαν WHἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς 11:33 ανεξερευνητα ¦ ανεξεραυνητα CTἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου;
Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 Ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.