Be Subject to the Governing Authorities
1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ 13:1 υπο ¦ απο TRὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι 13:1 εξουσιαι ¦ --- CTἐξουσίαι ὑπὸ 13:1 του ¦ --- CTτοῦ Θεοῦ τεταγμέναι εἰσίν. 2 Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα 13:2 ληψονται ¦ λημψονται CTλήψονται. 3 Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος 13:3 των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4 Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, 13:4 εκδικος εις οργην 𝔐17 ¦ εις οργην εκδικος 𝔐13 ANTἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. 6 Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7 Ἀπόδοτε 13:7 ουν ¦ --- CTοὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.