Pular para o conteúdo
Publicidade

Romanos 4

The Example of Abraham

1 Τί οὖν ἐροῦμεν 4:1 αβρααμ τον πατερα ημων ευρηκεναι ¦ ευρηκεναι αβρααμ τον προπατορα ημων NA SBL TH ¦ αβρααμ τον προπατορα ημων WHἈβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; 2 Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλοὐ πρὸς 4:2 τον ¦ --- CTτὸν Θεόν. 3 Τί γὰρ γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 4 Τῷ δὲ ἐργαζομένῳ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ 4:4 οφειλημα ¦ το οφειλημα TRὀφείλημα. 5 Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται πίστις αὐτοῦ εἰς δικαιοσύνην. 6 Καθάπερ καὶ 4:6 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,

7 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,

καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.

8 Μακάριος ἀνὴρ 4:8 ω ¦ ου CTοὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.

9 μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν, καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ 4:9 οτι ¦ --- CTὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ πίστις εἰς δικαιοσύνην. 10 Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διἀκροβυστίας, εἰς τὸ λογισθῆναι 4:11 και ¦ --- SBL TH WHκαὶ αὐτοῖς τὴν δικαιοσύνην· 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς 4:12 πιστεως της εν τη ακροβυστια 𝔐pt ¦ πιστεως της εν ακροβυστια 𝔐pt PCK ¦ εν τη ακροβυστια πιστεως ANT TR ¦ εν ακροβυστια πιστεως CTπίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.

The Promise Granted Through Faith

13 Οὐ γὰρ διὰ νόμου ἐπαγγελία τῷ Ἀβραὰμ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι 4:13 του ¦ --- CTτοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. 14 Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται πίστις, καὶ κατήργηται ἐπαγγελία· 15 γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ 4:15 γαρ ¦ δε CTγὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.

16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ 4:16 του ¦ --- PCKτοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν17 καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σεκατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκρούς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. 18 Ὃς παρἐλπίδα ἐπἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. 19 Καὶ μὴ ἀσθενήσας τῇ πίστει, 4:19 ου ¦ --- CTοὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα 4:19 ηδη ¦ --- SBLἤδη νενεκρωμένονἑκατονταέτης που ὑπάρχωνκαὶ τὴν νέκρωσιν 4:19 της ¦ --- ANTτῆς μήτρας Σάρρας· 20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, 4:20 αλλ ¦ αλλα SBL WHἀλλἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, 21 καὶ πληροφορηθεὶς ὅτι ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. 22 Διὸ 4:22 και ¦ --- SBLκαὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23 Οὐκ ἐγράφη δὲ διαὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ· 24 ἀλλὰ καὶ διἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, 25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também