21 Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς 1:21 υμων 𝔐14 ¦ ημων 𝔐6ὑμῶν.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ 1:22 μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM† SBL WH 4.6%μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς. 23 Ὅτι εἴ τις ἀκροατὴς 1:23 λογου ¦ νομου PCKλόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, 1:25 ουτος 87.1% ¦ ουτως MSS 6.8% ¦ --- CT 5.4%οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου· οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.