Pular para o conteúdo
Publicidade

Κατα Μαρκον 10:13-16

BYZ1904 Novo Testamento Grego

13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.

Em outras traduções

  1. GRCTR Novo Testamento Grego

    13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, ηὐλόγει αὐτά.

  2. F35 O Novo Testamento Grego Segundo a Família 35

    13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν·αψηται αυτων f35 A,D,N,W (93.3%) HF,RP,CP,TR ¦ ∼ 21 ℵB,C (6.7%) OC,NU οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.επετιμων τοις προσφερουσιν f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ επετιμησαν αυτοις ℵB,C [1%] NU 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με·με f35 B(N,W) [75%] HF,RP,CP,NU ¦ 1 και ℵA,C,D [25%] TR,OC μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰνεαν f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ αν ℵB,C,D,W [4%] NU μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» 16 Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά.τιθεις τας χειρας επ αυτα ευλογει αυτα f35 A(D,W) [88.5%] HF,RP ¦ 12345 ηυλογει 7 (N) [10%] CP,TR ¦ ∼ κατευλογει 12345 ℵB,C [1.5%] NU ¦ ∼ κατηυλογει 12345 OC (each verb has at least five variants)

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα 10:13 ⸉ ἅψηται αὐτῶν RP f 35 TR TNT2 ¦ αὐτῶν ἅψηται WH NA NIV SBL ⸉ἅψηται αὐτῶν·⸊ οἱ δὲ μαθηταὶ 10:13 ⸂ ἐπετίμων τοῖς προσφέρουσιν RP f 35 TR TNT2 ¦ ἐπετίμησαν αὐτοῖς WH NA NIV SBL ⸂ἐπετίμων τοῖς προσφέρουσιν.⸃ 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· 10:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸆ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς 10:15 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL ⸂ἐὰν⸃ μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, 10:16 ⸂ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά RP f 35 ¦ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, ηὐλόγει αὐτά TR ¦ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά TNT2 WH NA NIV SBL ⸂τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.⸃

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα 10:13 αψηται αυτων 93.1% ¦ αυτων αψηται ANT CT 6.7%ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ 10:13 επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις CTἐπετίμων τοῖς προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· 10:14 μη ¦ και μη ANT TRμὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς 10:15 εαν ¦ αν CTἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, 10:16 τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει TR ¦ κατηυλογει τιθεις τας χειρας επ ANT ¦ κατευλογει τιθεις τας χειρας επ CTτιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.

  5. BYZ04 Texto Patriarcal 1904

    13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.