1 Οὕτως ἡμᾶς ¦ υμας [12%] λογιζέσθω ἄνθρωπος· ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. 2 Ὃ δὲ35 [96%] HF,RP,OC,TR,CP ¦ ωδε 𝕻46ℵA,B,C [4%] NU λοιπὸν ζητεῖται35 B [70%] HF,RP,OC,TR,CP,NU ¦ ζητειτε 𝕻46ℵA,C [29%] ¦ four other readings [1%] ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. 3 Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. 4 Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. 5 Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ ¦ --- [15%] Θεοῦ.
6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ35 𝕻46C [99.5%] HF,RP,OC,TR,CP ¦ απολλων ℵA,B [0.5%] NU δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ35 [94%] HF,RP,OC,TR,CP ¦ α 𝕻46ℵA,B,C [6%] NU γέγραπται φρονεῖν,35 Cv [97%] HF,RP,OC,TR,CP ¦ --- 𝕻46ℵA,B [3%] NU ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ35 [50%] HF ¦ --- 𝕻46ℵA,B,C [50%] RP,OC,TR,CP,NU φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8 Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
9 Δοκῶ γὰρ ὅτι35 [96%] HF,RP,OC,TR,CP ¦ --- 𝕻46ℵA,B,C [4%] NU ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ὑμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν35 ℵ(B)C [40%] CP,NU ¦ γυμνητευομεν 𝕻46 [60%] HF,RP,OC,TR ¦ --- A καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, 12 καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι35 B [98%] HF,RP,OC,TR,CP ¦ δυσφημουμενοι 𝕻46ℵA,C [2%] NU παρακαλοῦμεν. Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι.
14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.35 B [85%] HF,RP,OC,TR,CP ¦ νουθετων ℵA,C [15%] [NU] ¦ νουθετη 𝕻46 15 Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ, διὰ τοῦ εὐαγγελίου, ἐγὼ ὑμᾶς ἐγέννησα. 16 Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστιν τέκνον μου35 𝕻46 [95%] HF,RP,OC,TR,CP ¦ ∼ 21 ℵA,B,C [5%] NU ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ,35 A,B (87.8%) HF,RP,OC,TR,CP ¦ 1 ιησου 𝕻46ℵC (11.3%) [NU] ¦ κυριου ιησου (0.5%) ¦ two other readings καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. 19 Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, ¦ θελησει [13%] καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ¦ πεφυσιωμενον [13%] ἀλλὰ τὴν δύναμιν. 20 Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ ἀλλ᾿ ἐν δυνάμει. 21 Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;35 ℵ [99%] HF,RP,OC,TR,CP ¦ πραυτητος 𝕻46A,B [1%] NU
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.