Publicidade

Efésios 4

Unity

1 Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος,35 A [98%] RP,HF,OC,TR,CP ¦ πραυτητος ℵB,C [2%] NU μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4 Ἓν σῶμα καὶ ἓν Πνεῦμα (καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν), ¦ ημων CP 5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, 6 εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν.35 [90%] RP,HF,OC,CP ¦ υμιν [5%] TR ¦ --- 𝕻46ℵA,B,C [5%] NU

Building up the body

7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 Διὸ λέγει, «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ35 B,C [97%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵA [3%] NU ἔδωκεν δόματα τοῖς ἀνθρώποις.» 9 (Τὸ δὲ ‹ἀνέβη› τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον35 B (96.3%) RP,HF,OC,TR,CP ¦ πρωτερον (0.7%) ¦ --- (𝕻46)ℵA,C,I (3%) NU εἰς τὰ κατώτερα μέρη35 ℵA,B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ --- 𝕻46 [1%] τῆς γῆς; 10 Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.) 11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσομεν35 [50%] CP ¦ καταντησωμεν 𝕻46ℵA,B,C [50%] RP,HF,OC,TR,NU οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν35 C [80%] RP,HF,OC,TR,NU ¦ μεθοδιαν ℵB [20%] CP ¦ μεθοδιας A ¦ one other reading τῆς πλάνης· 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός·35 [97%] RP,HF,OC,TR,CP ¦ 2 ℵA,B,C [3%] NU ¦ του χριστου 𝕻46 16 ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται ¦ ποιηται CP εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.

Put away the old, put on the new

17 Τοῦτο οὖν, λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ· μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ35 (91.8%) RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵA,B,I (5.3%) NU ¦ part of a long omission (2.8%) ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτισμένοι35 [98%] RP,HF,OC,TR,CP ¦ εσκοτωμενοι 𝕻46,49ℵA,B,I [2%] NU τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν— 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε (καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ)· 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον (τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης), 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.

Practical instruction

25 Διό, ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ¦ 1 την [10%] ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ35 [99%] RP,HF,OC,TR,CP[NU] ¦ --- 𝕻49ℵA,B [1%] παροργισμῷ ὑμῶν, 27 μηδὲ35 𝕻46ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ μητε [15%] TR δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν,35 (71.7%) RP,HF,OC,TR ¦ 123 ιδιαις 4 (16%) CP ¦ 12 εν 34 (2%) ¦ ∼ 3412 𝕻46,49B,I (1.5%) ¦ ∼ 3 ιδιαις 412 ℵA (7%) [NU] ¦ 12 (0.8%) ¦ four other variants (1%) ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿ ¦ αλλα B [1%] NU εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν, τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν, σὺν πάσῃ κακίᾳ. 32 Γίνεσθε δὲ35 𝕻49ℵA [96%] RP,HF,OC,TR,CP[NU] ¦ --- 𝕻46B [3%] ¦ ουν [1%] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ¦ χριστος [2%] CP ἐχαρίσατο ὑμῖν.35 𝕻46ℵA [35%] TR,NU ¦ ημιν 𝕻49B [65%] RP,HF,OC,CP

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Efésios
Ver todos os capítulos de Efésios
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-