He is superior to angels
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν»; 6 Ὅταν δέ, πάλιν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.»