1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· 2 πρεσβύτας νηφαλίους35 ℵA,C [40%] OC,TR,CP,NU ¦ νηφαλεους [40%] RP,HF ¦ νηφαλαιους [20%] εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· 3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους 4 —ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5 σώφρονας, ἁγνάς, οἰκουροὺς35 [97%] RP,HF,OC,TR,CP ¦ οικουργους ℵA,C,I [3%] NU (Who knows where the Alexandrians got their spelling, but the mystery doesn’t make it correct.) ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. ¦ βλασφημειται [5%] CP
6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν, 7 περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων· ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν,35 (83.2%) RP,HF,OC,TR,CP ¦ αδιαφοριαν (8%) ¦ αφθοριαν ℵA(C) (6.9%) NU ¦ αφθονιαν 𝕻32 (1.4%) ¦ two other readings (0.5%) (Both the longer stem and the double consonant have over 90% attestation, but with different alignments. φθ→φ would presumably be an easier alteration than the reverse. Might the Alexandrian reading be a case of homoioarcton?) σεμνότητα, ἀφθαρσίαν35 (82.8%) RP,HF,OC,TR,CP ¦ --- 𝕻32vℵA,C (17.2%) NU (The idea of ‘immortality’ didn’t seem to fit, so the Alexandrians omitted it.) 8 —λόγον ὑγιῆ, ἀκατάγνωστον—ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν35 ℵC [80%] RP,HF,OC,CP,NU ¦ υμων A [20%] TR λέγειν35 [95%] RP,HF,OC,TR,CP ¦ ∼ 312 ℵA,C [5%] NU φαῦλον. 9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν35 (89.6%) RP,HF,OC,TR,CP ¦ ∼ 21 A,C (9.7%) NU ¦ 2 ℵ (0.5%) ¦ --- (0.2%) ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν35 [95%] RP,HF,OC,TR,CP ¦ 1 την ℵA,C [5%] NU (Why add the article?) τοῦ Σωτῆρος ἡμῶν ¦ υμων some TRs Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ35 [96%] RP,HF,OC,TR,CP ¦ --- (ℵ)A,C [4%] NU σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. 15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.