Pular para o conteúdo
Publicidade

Resultados da busca por "salvação"

29 resultados encontrados

  1. Ester Grego 8

    μετάφραση των εβδομήκοντα
    Capítulo 8
    Mostrando versículos 12–17 de 17

    12ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς, ὅς ἐστιν Ἀδάρ.Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα·"Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. Πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. Πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένεν τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. Σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀναξίᾳ δυναστευόντων λοιμότητι· καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως."Ὡς γὰρ Ἀμὰν Ἀμαδαθοῦ Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν, ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατερα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. Οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν. Διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. Ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει."Καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδαθοῦ ἀποσταλεῖσι γράμμασι, διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ· Ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην."Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτήρια ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. Πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται."

    16Τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη

    17κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα· οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη· καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο, καὶ Ἰουδάϊζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.

  2. Eclesiástico 37

    μετάφραση των εβδομήκοντα
    Capítulo 37
    Mostrando versículos 17–28 de 31

    17Ἴχνος ἀλλοιώσεως καρδίας.

    26Ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.

    28Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.

  3. Salmos 82

    μετάφραση των εβδομήκοντα
    Capítulo 82
    Mostrando versículos 1–14 de 19

    1Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.

    12Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν·

    14Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.

  4. Eclesiástico 1

    μετάφραση των εβδομήκοντα
    Capítulo 1
    Mostrando versículos 1–27 de 30

    1ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατʼ αὐτοὺς ἠκολουθηκότων δεδομένων. ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας· ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν, καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως.Παρακέκλησθε οὖν μετʼ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ συγγνώμην ἔχειν ἐφʼ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα, καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος, καὶ αἱ προφητεῖαι, καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὗρον οὐ μικρᾶς παιδείας ἀφόμοιον· ἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον· πολλὴν γὰρ ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου, πρὸς τὸ ἐπὶ πέρας ἄγοντα τὸ βιβλίον ἐκδόσθαι, καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν, προκατασκευαζομένοις τὰ ἤθη ἐν νόμῳ βιοτεύειν.ΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.

    18Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως·

    27Σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.

  5. Salmos 55

    μετάφραση των εβδομήκοντα
    Capítulo 55
    Mostrando versículos 8–14 de 14

    8Ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτοὺς ἐν ὀργῇ λαοὺς κατάξεις· ὁ Θεὸς

    13Ἐν ἐμοὶ ὁ Θεὸς αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου.

    14Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

  6. Salmos 33

    μετάφραση των εβδομήκοντα
    Capítulo 33
    Mostrando versículos 9–21 de 23

    9Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπʼ αὐτόν.

    19Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.

    21ὁ Κύριος. Φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

  7. Salmos 71

    μετάφραση των εβδομήκοντα
    Capítulo 71
    Mostrando versículos 1–13 de 20

    1Εἰς Σαλωμών.Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·

    5καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.

    13Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πένητων σώσει.

  8. Salmos 37

    μετάφραση των εβδομήκοντα
    Capítulo 37
    Mostrando versículos 1–23 de 23

    1Φαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου.

    21Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην.

    23Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

  9. Salmos 30

    μετάφραση των εβδομήκοντα
    Capítulo 30
    Mostrando versículos 1–17 de 25

    1Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ, ἐκστάσεως.

    3Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τὰχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

    17Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου.

Léxico (correspondência exata) Semântico (correspondência relacionada) Versículos omitidos Contexto do capítulo