14Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων.
18τὴν σωτηρίαν περιμένων Κυρίου.
21Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
41 resultados encontrados
14Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων.
18τὴν σωτηρίαν περιμένων Κυρίου.
21Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
10Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.
12Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.
14Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
1Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυίδ.
8Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ· διάψαλμα.
9Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.
24τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο· καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου.Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ, ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ ἐν Ἱερουσαλὴμ, υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανὰν, θυγάτηρ Ἄνα υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφραὶμ δοῦλος τῷ Σαλωμὼν, καὶ ὄνομα αὐτῷ Ἱεροβοὰμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρὰ, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου Ἰωσήφ· καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ ἦσαν αὐτῷ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ, καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν· καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν· καὶ ἐφοβήθη, καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν μετʼ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών·Καὶ ἤκουσεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμὼν, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου, λέγων, ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακὶμ, αἴτησαί τι αἴτημα, καὶ δώσω σοι· καὶ Σουσακὶμ ἔδωκε τῷ Ἱεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκε τῷ Ἱεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ· καὶ εἶπεν Ἱεροβοὰμ πρὸς Σουσακὶμ, ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι·Καὶ ἐξῆλθεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἱεροβοὰμ χάρακα·Καὶ ἠῤῥώστησε τὸ παιδάριον αὐτοῦ ἀῤῥωστίᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἱεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ· καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ, καὶ ὄνομα αὐτῷ Ἀχιὰ, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου μετʼ αὐτοῦ· καὶ εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους, καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος· καὶ ἀνέστη ἡ γυνὴ, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους, καὶ δύο κολλύρια, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος τῷ Ἀχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν· καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτὴς εἰς τὴν πόλιν πρὸς Ἀχιὰ τὸν Σηλωνίτην, καὶ εἶπεν Ἀχιὰ τῷ παιδαρίῳ αὐτοῦ, ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῇ, εἴσελθε, καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος, σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ· καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἴπεν αὐτῇ Ἀχιὰ, ἱνατί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος, ἰδοὺ σὺ ἀπελεύσῃ ἀπʼ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ, καὶ τὰ κοράσιά σου ἐξλεύσονταί σοι εἰς συνάντησιν, καὶ ἐροῦσί σοι, τὸ παιδάριον τέθνηκεν· ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ἱεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψεται, οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου·Καὶ ἀπῆλθεν ἡ γυνὴ, ὡς ἤκουσε· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρὰ, καὶ τὸ παιδάριον ἀπέθανε· καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν· καὶ ἐπορεύθη Ἱεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐνλαμὶ, λέγων, λάβε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ, καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα, καὶ δώσεις τῷ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος, λάβε σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε· καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας, τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμὼν, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν κουφιεῖς ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι· καὶ εἶπε Ῥοβοὰμ πρὸς τὸν λαὸν, ἔτι τριῶν ἡμερῶν, καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα· καὶ εἶπε Ῥοβοὰμ, εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετʼ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ· Καὶ ἐλάλησε Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν, καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ, οὕτως ἐλάλησε πρὸς σὲ ὁ λαός·Καὶ διεσκέδασε Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε, καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς, ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρὸς μὲ, λέγων· καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ, οὕτως λαλήσεις πρὸς τὸν λαὸν, λέγων, ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφῦν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.Καὶ ἤρεσε τὸ ῥῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ, καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια· καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες, λέγοντες, οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου Ἰσραὴλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον· καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ· Καὶ κατεκράτησε Ῥοβοὰμ, καὶ ἀπῆλθε, καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ, καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα, καὶ πᾶν σκῆπτρον Βενιαμίν. Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ, καὶ συνήθροισε Ῥοβοὰμ πάντα ἄνδρα Ἰούδα καὶ Βενιαμὶν, καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἱεροβοὰμ εἰς Σίκιμα· καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων, εἶπον τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ, λέγων, τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἰσραὴλ, ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο· καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου.
29Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
33Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ· καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.
5Καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραὴλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ, καὶ τῷ Ἀμεσσαῒ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς, καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ, καὶ ἔδωκεν αἷμα ἀθῶον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ, καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.
35Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ· καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.Καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου· Καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε.Καὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει· καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ. οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν· καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. Καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα· καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας.Καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
46Καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαὲ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτόν.Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες· καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις· καὶ ἦσαν προσφέροντες δῶρα, καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου· καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμῳ· καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφὶ ἕως Γάζης ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·; καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ, καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών.Καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών. Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως, καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων· καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ· καὶ Σουβὰ γραμματεὺς, καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων, καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχιρὲ υἱὸς Ἐδραῒ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου, καὶ Καχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος.Καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων· καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου· καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.
1Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.
12Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν·
14Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.
25Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ,
26Σεμεῒ υἱὸς αὐτοῦ·
35καὶ Ἰωὴλ, καὶ Ἰηοὺ υἱὸς Ἀσαβία, υἱὸς Σαραῦ, υἱὸς Ἀσιὴλ,
4Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
7Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
24Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
7Ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.
13Σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις, καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις.
15Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.
1ἈΔΑΜ, Σὴθ, Ἐνὼς,
24καὶ Ἀρφαξὰδ, Σάλα,
27Ἁβραάμ·
11Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ.
13Ἐπʼ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου.
32Καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν.
1ἌΣΜΑ ᾀσμάτων, ὅ ἐστι Σαλωμών.
15Ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλὴ· ὀφθαλμοί σου περιστεραί.
17Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.
5Ἐταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι πολέμου λήψεται ἀσπίδα.
17Ἴχνος ἀλλοιώσεως καρδίας.
28Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.
3Ἥκει τὸ πέρας
10Ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε,
16Καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· καὶ πάντας ἀποκτενῶ, ἔκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.
8καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς, ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα, καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον, καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ θανάτου.
11ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κᾀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.
17Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ·"Καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου, καὶ εἶπε, Κύριε Κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ. Ὅτι σὺ ἐποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν. Καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ. Σὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει, οὐδὲ ἐν ὑπερηφανείᾳ, οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν. Ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ. Ἀλλʼ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανείᾳ. Καὶ νῦν, Κύριε ὁ Θεὸς ὁ βασιλεὺς ὁ Θεὸς Ἀβραὰμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν, καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου. Μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου. Ἐπάκουσον τῆς δεήσεώς μου, καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε Κύριε."Καὶ πᾶς Ἰσραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς, ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς· καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς."Καὶ ἐδεῖτο Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ εἶπεν, Κύριέ μου βασιλεὺς ἡμῶν σὺ εἶ μόνος, βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σὲ, ὅτι κίνδυνός μου ἐν χειρί μου. Ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σὺ Κύριε ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν, καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. Καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ Κύριε. Καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλʼ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, ἐξᾶραι ὁρισμὸν στόματός σου, καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίον σου, καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων, καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα."Μὴπαραδῷς Κύριε τὸ σκῆπτρόνσουτοῖς μὴοὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπʼ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφʼ ἡμᾶς παραδειγμάτισον. Μνήσθητι Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν, καὶ πάσης ἀρχῆς ἐπικρατῶν. Δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ. Ἡμᾶς δὲ ῥύσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ Κύριε· πάντων γνῶσιν ἔχεις, καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων, καὶ παντὸς ἀλλοτρίου. Σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὁπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. Καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἀμὰν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν. Καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοὶ, Κύριε ὁ Θεὸς Ἁβραάμ. Ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων, καὶ ῥύσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.
3ὁ Θεός μου, φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου, καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.
26Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ·
28Καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.
8Ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
14Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ,
17Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,
14Ὠδούμ· υἱοὶ Βανουαῒ
19Ὠδουΐα, Ἠσὰμ, Βησὶ,
25Ἀλωὴς, Φαλαῒ, Σωβὴκ,
24Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφίρ.
29Ὅτι ἐταπείνωσας σεαυτὸν, καὶ ἐρεῖς, ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει.
30Ῥύσεται ἀθῶον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.
6Πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;
12ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς, ὅς ἐστιν Ἀδάρ.Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα·"Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. Πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. Πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένεν τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. Σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀναξίᾳ δυναστευόντων λοιμότητι· καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως."Ὡς γὰρ Ἀμὰν Ἀμαδαθοῦ Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν, ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατερα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. Οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν. Διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. Ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει."Καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδαθοῦ ἀποσταλεῖσι γράμμασι, διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ· Ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην."Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτήρια ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. Πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται."
16Τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη