Pular para o conteúdo
Publicidade

ΗΣΑΙΑΣ 15

1 Νυκτὸς ἀπολεῖται Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 Λυπεῖσθε ἐφʼ ἑαυτοὺς, ἀπολεῖται γὰρ καὶ Δηβὼν, οὗ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος· ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι. 3 Ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4 Ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ἕως Ἰασσὰ ἠκούσθη φωνὴ αὐτῶν· διατοῦτο ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ψυχὴ αὐτῆς γνώσεται. 5 καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ, πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ, σύντριμμα καὶ σεισμός. 6 Τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημον ἔσται, καὶ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 Μὴ καὶ οὕτως μέλλει σωθῇναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. 8 Συνῆψε γὰρ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 9 Τὸ δὲ ὕδωρ τὸ Δειμὼν πλησθήσεται αἵματος, ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμὰ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também