1 Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. 2 Ἰδοὺ, σκότος καλύψει γῆν, καὶ γνόφος ἐπʼ ἔθνη, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. 3 Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.